Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.48 Joseph. AJ 7.52 (English) >>Joseph. AJ 7.56

7.50 δʼ οὐχ ὡς ἤλπιζον οὕτως αὐτῶν προσεδέξατο τὸ ἔργον, ἀλλʼ εἰπών, “ κάκιστοι καὶ παραχρῆμα δίκην ὑφέξοντες, οὐκ ἔγνωτε πῶς ἐγὼ τὸν Σαούλου φονέα καὶ τὸν κομίσαντά μοι τὸν χρυσοῦν αὐτοῦ στέφανον ἠμυνάμην, καὶ ταῦτα ἐκείνῳ χαριζόμενον τὴν ἀναίρεσιν, ἵνα μὴ συλλάβωσιν αὐτὸν οἱ πολέμιοι; 7.51 μεταβεβλῆσθαί με καὶ μηκέτʼ εἶναι τὸν αὐτὸν ὑπωπτεύσατε, ὡς χαίρειν κακούργοις ἀνδράσι καὶ χάριτας ἡγήσασθαι τὰς κυριοκτόνους ὑμῶν πράξεις, ἀνῃρηκότων ἐπὶ τῆς αὑτοῦ κοίτης ἄνδρα δίκαιον καὶ μηδένα μηδὲν κακὸν εἰργασμένον, ὑμᾶς δὲ καὶ διὰ πολλῆς εὐνοίας καὶ τιμῆς ἐσχηκότα; 7.52διὸ δώσετε ποινὴν μὲν αὐτῷ κολασθέντες, δίκην δʼ ἐμοὶ τοῦ νομίσαντας ἡδέως ἕξειν με τὴν Ἰεβώσθου τελευτὴν τοῦτον ἀνελεῖν· οὐ γὰρ ἐδύνασθε μᾶλλον ἀδικῆσαι τὴν ἐμὴν δόξαν τοῦθʼ ὑπολαβόντες.” ταῦτʼ εἰπὼν πᾶσαν αἰκίαν αὐτοὺς αἰκισάμενος διεχρήσατο καὶ τὴν Ἰεβώσθου κεφαλὴν ἐν τῷ Ἀβεννήρου τάφῳ πάντων ἀξιώσας ἐκήδευσε. 7.53

Τούτων δὲ τοιοῦτον λαβόντων τέλος ἧκον ἅπαντες οἱ τοῦ λαοῦ τῶν Ἑβραίων πρῶτοι πρὸς Δαυίδην εἰς Γιβρῶνα οἵ τε χιλίαρχοι καὶ ἡγεμόνες αὐτῶν, καὶ παρεδίδοσαν αὑτοὺς τήν τε εὔνοιαν, ἣν ἔτι καὶ Σαούλου ζῶντος εἶχον πρὸς αὐτόν, ὑπομιμνήσκοντες καὶ τὴν τιμήν, ἣν γενόμενον τότε χιλίαρχον τιμῶντες οὐ διέλιπον, ὅτι τε βασιλεὺς ὑπὸ τοῦ θεοῦ διὰ Σαμουήλου τοῦ προφήτου χειροτονηθείη καὶ παῖδες αὐτοῦ καὶ ὡς τὴν Ἑβραίων χώραν αὐτῷ σῶσαι καταγωνισαμένῳ Παλαιστίνους δέδωκεν θεὸς ἐμφανίζοντες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.48 Joseph. AJ 7.52 (English) >>Joseph. AJ 7.56

Powered by PhiloLogic